Ancient Greek · ~3 min
Liber V., α`. Περὶ αἰτιατικοῦ τόπου.
Vettius Valens, Anthologiarum libri ix 2-60
Not analysed yet
Τούτων οὕτως ἐχόντων ἀναγκαῖον καὶ ἕτερον τόπον ἐκ πείρας δοκιμάσαι, ὃν ἀφθόνως ἐπιδείξω, ὅς ἐστιν αἰτιατικὸς καὶ φόβων καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ᾿ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως γὰρ ἐπισφαλεῖς καὶ ἐπικίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαιρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.