Ancient Greek · ~5 min
Liber V., α`. Περὶ αἰτιατικοῦ τόπου.
Vettius Valens, Anthologiarum libri ix 3-49
Not analysed yet
Ἔδοξε δὲ μᾶλλον καὶ τούτῳ τῳ τόπῳ χρῆσθαι· ἐπὰν γὰρ ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεῖ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν ο΄ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται. οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεῖ ἢ Σελήνη, πάλιν εἰ Κρόνος ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ τύχωσιν, εἶς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετραγώνου ἢ τριγώνου ἢ διαμέτρου ἀπόστροφος τυχὼν παράδοσιν ἢ παράληψιν ποιήσηται πρὸς τὸ τοιοῦτον σχῆμα· τότε γὰρ ἐπιταραχθήσεται ἡ γένεσις καὶ ἐν ἀπολογίαις ἢ συνοχαῖς ἢ τηρήσεσι γενήσεται ἢ ὑπόπτους αἰτίας περὶ τοιούτων ἕξει καὶ δυσσυνείδητος ἀναστρέψει· καὶ ἂν μὲν ἀγαθοποιὸς συμπροσῇ ὁποτέρῳ τούτων ἢ οἰκείως μαρτυρήσῃ, ἀπαλλαγὴν τῶν φόβων ἢ κινδύνων ἕξει ἢ μεταβολὴν ἐπὶ τὸ ἀγαθόν, πλὴν οὐκ ἀτάραχος διαμενεῖ, ἐὰν δὲ τὸ σχῆμα κεκακωμένον τύχῃ χωρὶς τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, καταδικασθήσεται ἢ ἐν δεσμοῖς γενήσεται ἢ συνοχῇ ἢ τηρήσει· ἐὰν δέ πως ἡ ὑπόστασις μεγάλη εὑρεθῇ τοιούτου σχήματος ὄντος, κατὰ τὸν χρόνον ἐκεῖνον εὐλαβηθήσεται περὶ τοῦ ἀξιώματος καὶ τοῦ βίου καὶ κατηγορίας προδοσίας ὑπομενεῖ καὶ ἐξουσίᾳ ἢ βασιλεῖ ἀπολογήσεται, καὶ ἐὰν μὴ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ ἑτέρου δέ, ἵνα τὸ τοῦ φόβου καὶ τὸ τῆς ἀγωνίας ἀποτελεσθῇ. οὕτως ὁ τόπος δυναστικός.