Ancient Greek · ~4 min
Liber V., ι΄. Τῶν προκειμένων ἀγωγῶν ὑπόδειγμα.
Vettius Valens, Anthologiarum libri ix 2-64
Not analysed yet
Ἄλλη. Ἥλιος Ταύρῳ. Σελήνη Ἑρμῆς Κριῷ. Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβ΄ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ Ϛ΄ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κρίῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου εἰς ὑψωτικόν. τῷ δὲ με΄ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδωκεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατʼ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ παλλακίδας ήλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μς΄ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο.