Ancient Greek · ~4 min
Liber V., ι΄. Τῶν προκειμένων ἀγωγῶν ὑπόδειγμα.
Vettius Valens, Anthologiarum libri ix 1-119
Not analysed yet
Ὑποδείξομεν δὲ καὶ γενέσεις ὑποδείγματος χάριν εἰς τὸ εὐσύνοπτον τοῖς ἐντυγχάνουσι τὴν θεωρίαν φανῆναι. οἷον Ἡλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κ΄ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ Ἄρει Λέοντι ἡ διὰ η΄ παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γ΄ εἰς τὸ ι΄ ζῴδιον τουτέστι τὸ μεσουράνημα. ἀξίωσις γέγονε πρὸς βασιλέως περὶ δόξης καὶ οὐκ ἔτυχε· χαλεπὸς γὰρ Ζεὺς Ἄρει παραδιδούς. ἰσχύει δὲ καὶ ἡ διὰ δ΄ διαίρεσις τουτέστιν ἀπὸ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην καὶ ὡροσκόπον καὶ Ἑρμῆν καὶ Ἀφροδίτην· ἐνόσησεν οὖν ἐν τῷ κ΄ ἔτει καὶ ἀπὸ τετραπόδου πεσὼν ἐσύρη, ὡς παρά τι καὶ τὰς ὄψεις ἀφανίσαι· γέγονε δὲ καὶ πρὸς θηλυκὸν πρόσωπον ψόγος καὶ ἐπίθεσις καὶ ζημία, ὥστε ἕκαστος τῶν ἀστέρων τὸ ἴδιον ἀπετέλεσε παρὰ κακοποιῶν παραλαβών. τῷ δὲ κγ΄ ἔτει Ζεὺς ἀπὸ βασιλικοῦ τόπου (ὁ γὰρ τρίτος καὶ ὁ ἔνατος ἀπὸ ὡροσκόπου τόπος θεὸν καὶ βασιλέα δηλοῖ) παραδιδοὺς τοῖς φωσὶ καὶ Ἀφροδίτη καὶ ὡροσκόπῳ καὶ Ἑρμῇ διὰ δωρεάς παρέσχεν ἐξουσιαστικὸν συνέδριον. οὐδὲν οὖν δυνατὸν ἄνθρωπον πράσσειν φιλίας βασιλέων καὶ μειζόνων κεκτημένον ἀντιπρασσόντων τῶν χρόνων.