Ancient Greek · ~3 min
Liber VII., γ΄. Ἀγωγὴ περὶ χρόνων πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον.
Vettius Valens, Anthologiarum libri ix 2-76
Not analysed yet
Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἶ μὲν οὖν θανατικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρόνων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅδρων θυνεστώτων τῶν χρόνμων, ἐλαχίστου μέσου καὶ μεγίστου, τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τάς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφοράς τῶν ζῳδίων, πρῶτον ὥρας εῖτα ἡμέρας εῖτα μῆνας εῖτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς, κατὰ τούς ἐπικέντρους καὶ ἀνατολικούς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εῖτα μῆνας εῖτα τάς περιόδους. ἐπὶ μὲν γάρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφοράς μερίζειν ,ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.