Ancient Greek · ~3 min
Liber VII., γ΄. Ἀγωγὴ περὶ χρόνων πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον.
Vettius Valens, Anthologiarum libri ix 3-63
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ. Ἄρης Τοξότῃ, Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα Ϛ΄ οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εῖναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι. ἐλογισάμην οὖν κατά τε τάς περιόδους καὶ τὰς ἀναφοράς πρῶτον ὥρας εῖτα ἡμέρας εἷτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας η΄ καὶ ὥρας η΄ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος Ϛ΄ ὥρας γ΄ . καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζ΄, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κρίῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας ιέ γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι η΄ καὶ ὧραι ρκγ΄ ,αἵ εἰσιν ἡμέραι ε’ ὧραι γ΄ γίνονται αἱ πᾶσαι ἡμέραι ιγ΄ ὧραι γ΄· ἔζησεν ἡμέρας ιγ΄ ὥρας γ΄ .