Ancient Greek · ~7 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 3-52
Not analysed yet
Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει· ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήῖα ἔργα, ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ἄλλῳ δʼ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι καὶ κατὰ τὸν συγγραφέα. οὐ γὰρ πάντες ἄνθρωποι πάντων ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παραδεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρακαταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθʼ ἡδονῆς τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ήρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ᾿ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγχανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ᾿ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.