Ancient Greek · ~3 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 24-3
Not analysed yet
Ἄλλη. Ἀντωνίνου ἔτος ιδ΄ Μεχὶρ κγ΄ ὥρα ἡμερινὴ θ΄. Ἥλιος Ἰχθύσι γ΄ ,Σελήνη Λέοντι ιγ΄ ,ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γ΄ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ι΄ . ὁμοίως ταῖς ιγ΄ μοίραις τῆς Σελήνης τῆς ἐν Λέοντι παράκειται Ὑδροχόος, ταῖς ι΄ παράκειται Ζυγός· τοῦτον ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιη΄ . τὰ μεταξὺ ζῴδια β΄· ταῦτα ἀφεῖλον ἀπὸ τοῦ ι΄, λοιπαὶ η΄ . ἔλαβον τὰς λοιπὰς κβ΄ τοῦ Καρκίνου καὶ Ἡλίου γ΄ καὶ Σελήνης ιγ΄ . γίγνονται λη΄ ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ η΄ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιμ΄ . τὰ μεταξὺ τῆς η΄ μοίρας ἐστὶ ζῴδια γ΄ . ταύτας ἀφεῖλον ἀπὸ τῶν η΄ ,λοιπαὶ γίγνονται ε΄ Καρκίνου μοῖραι, αἷς παράκειται ε΄ κ΄· ἐτελεύτα τῷ Ϛ΄ ἔτει.