Ancient Greek · ~5 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 25-3
Not analysed yet
Ἄλλη. Ἀδριανοῦ ἕτος ε΄ Παχὼν κγ΄ εἰς κδ΄ ὥρα νυκτερινὴ ι΄ ὡροσκόπος γέγονεν Αἰγόκερῳ, εὕρομεν δὲ ἡμεῖς Ὑδροχόον οὕτως. Ἥλιος Γαύρῳ κθ΄, Σελήνη Σκορπίῳ ιε΄. ταῖς κθ΄ τοῦ Γαύρου παράκειται Σκορπίος, Σκορπίῳ Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ εὗρον περὶ μοίρας ι΄ . εἶτα ταῖς ιε΄ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κ΄ καὶ Ἡλίου κθ΄ καὶ Σελήνης ιε΄ ,γίγνονται ξδ΄· ταύτας ἀπολύω ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δ΄ τόπῳ Παρθένου. ζητῶ Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας Ϛ΄· τὸ μεταξὺ σελίδιον α΄· τοῦτο προστίθημι ταῖς ι΄ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ια΄, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα ἐν τῷ β΄ ὅρῳ λα΄ κε΄· ἐτελεύτα συμπληρώσας ἔτη λβ΄. Ὁθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἡλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ κατὰ τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρʼ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκιμάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνιακῶν μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕτως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.