Ancient Greek
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 26
Not analysed yet
Πρὸ πάντων οὖν, καθὼς προείπαμεν, ἐκ τῶν καθολικῶν ἀποτελεσμάτων σκοπεῖν δεήσει τὰ σχήματα τῶν ἀστέρων ὁποῖα τυγχάνει, πότερον ἀγαθοποιὰ ἢ φαῦλα καὶ τίς ὁ τόπος καὶ τί δύναται σημᾶναι, καὶ τῶν ἐπιπαρόντων ἀστέρων ἢ μαρτυρούντων τὰς φάσεις, καὶ οὕτως τοῖς ἐπιμερισμοῖς τὰ ἀποτελέσματα προλέγειν. οἷον τὸ διάμετρον οὐ πάντως κακοποιὸν οὐδὲ τετράγωνον, ἀλλʼ ἔσθʼ ὅτε. ὥσπερ οὖν ἐν τοῖς καθολικοῖς ἀποτελέσμασιν ἐναλλοιοῦται ὑπὸ τοῦ τόπου ἡ μαρτυρίας ἥ κέντρου ἢ ἄλλης τινὸς φύσεως, οὕτως καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἐναλλοιοῦται ἢ βεβαιοῦται τὰ ἀποτελέσματα ἐκ τῆς τῶν ἀστέρων καιρικῆς ἐπεμβάσεως. τῇ οὖν ἐπεμβάσει τῶν ἀστέρων ἀναγκαίως δεῖ προσέχειν, ὅπως καὶ τὸ λεγόμενον ἀκριβὲς ἦ καὶ εὐκατάληπτον τὴν δύναμιν ἔχῃ.