Ancient Greek · ~4 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 25-2
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Ἑρμῆς Ζυγῷ, Σελήνη Ταύρῳ. Κρόνος Καρκίνῳ, Ἄρης Τοξότῃ, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, κλίμα β΄. ὁ τοιοῦτος διελθών μ΄ ἔτος κατεδικάσθη φυγῇ. ἐδήλουν τὰ μ΄ ἔτη ἡ καθυπερτέρησις Κρόνου Ζυγοῦ Καρκίνου μοῖραι λβ΄ καὶ Ζυγοῦ η΄ ,γίνονται μ΄· καὶ διάμετρον Σελήνης πρὸς Ἀφροδίτην Γαύρου κε΄ Σκορπίου ιε΄ γίνονται μ΄· ἔνθεν καὶ διʼ εἴδη θηλυκὰ καὶ ὠφελείας πρόφασιν ἐνήργει ἀποτέλεσμα· καὶ πάλιν ἡ τῆς Σελήνης συναφὴ πρὸς Ἄρεα, Σελήνης κε΄ καὶ Ἄρεως ιε΄ γίνονται μ΄ ,ὡς καὶ ὁ βασιλεύς φησιν· ἔστω δὲ καὶ τὴν Σελήνην ᾧδήτοτε ζῳδίω τετευχένα ἢ ἐπίκεντρον εἶναι, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως τῳ ἐχομένῳ ζῳδίῳ ἐπόντα, ᾧ καὶ τὴν συναφὴν ποιήσεται. ὥστε κἀν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ συμπαρῇ ἀστὴρ τῇ Σελήνη, δὲ τῷ μεταξὺ ἢ ἐν τῷ τούτου τετραγώνῳ ἢ διαμέτρῳ εὑρεθῇ, βέβαιον τὴν συναφὴν προκρίνειν καὶ συμπεριθέντα τὰς τούτων περιόδους ἢ καὶ τὰς τῶν ζῳδίῳν ἀναφ ορὰς ἀποφ αίνεσθαι τὸν χρόνον.