Ancient Greek · ~4 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 28-2
Not analysed yet
Ἄλλη. Ἥλιος Τοξότῃ μοίραις γ΄ Σελήνη Τοξότῃ μοίραις ζ, ὡροσκόπος Ζυγῷ. ταῖς γ΄ τοῦ Τοξότου παράκειται Γοξότης, τοῦτον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ια΄· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώμων. ὁμοίως ταῖς τῆς Σελήνης ζ΄ ἐν Τοξότῃ παράκειται Καρκίνος, ἐν Καρκίνῳ τὰς ζ΄ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν Ζυγῷ περὶ μοίρας ιη΄ οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ μεταξὺ σελίδια β΄· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ια΄, λοιπαὶ θ΄, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θ΄ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσομένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν τοῦ κύκλου τξ΄ ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει ἐν ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δʼ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλʼ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν ἡμερονυκτίῳ διέρχεται, ἀλλʼ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις.