Ancient Greek · ~4 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 27-3
Not analysed yet
Τῆς δὲ προκειμένης διευκρινήσεως οὕτως ἐχούσης εὕρομεν καὶ ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λ΄, Σελήνη Τοξότῃ μοίραις κε΄ ,ὡροσκόπος Παρθένῳ. ταῖς λ΄ μοίραις παράκειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κρίῷ ταῖς λ΄ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ια΄· οὗτος ἡλιακὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κε΄ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κε΄ ζητῶ ἐν Σκορπίῳ· εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας κς΄ οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελίδια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη ε΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ια΄ ,γίγνονται τοσούτων ὁ ὡροσκόπος γίγνεται, αἷς παράκειται κατὰ τὸ ζ΄ κλίμα ἔτη οα΄, ἃ ἔζησεν.