Ancient Greek · ~4 min
Liber II., μα΄. Περὶ βιαιοθανάτων μεθ᾿ ὑποδείγματος.
Vettius Valens, Anthologiarum libri ix 3-26
Not analysed yet
Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν ὑστέρῳ διασαφήσομεν καὶ μάλιστα εἰς τὰς τῶν χρόνων διαιρέσεις· νυνὶ δὲ ἐπείγομεν εἰς τὸν περὶ βιαιοθανάτων λόγον. ἐπὰν ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου τῆς κατὰ γένεσιν ἀπόστροφος ὢν τοῦ ζῳδίου τύχῃ ἢ καὶ παραπέσῃ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, βιαιοθανάτους προδηλοῖ. ὁμοίως δὲ καὶ ἐὰν ὁ Ἑρμῆς τῇ πανσελήνῳ ἐναντιωθῇ ὑπὸ κακοποιῶν μαρτυρούμενος, αἰτίαν θανάτου κακὴν ἀποτελεῖ, κἂν τῷ τῆς τεσσαρακοσταίας ζῳδίῳ Κρόνος ἢ Ἄρης ἢ Ἑρμῆς ἐπῇ, βιαιοθανασίας προδηλοῖ, τὸ δὲ ὅμοιον καὶ ἐπὶ τῆς δύσεως ἢ προδύσεως κακοποιοὶ τυχόντες βιαιοθανασίας καὶ αἰτίας παθῶν καὶ κακοθανασίας ἀποτελοῦσι. τὴν δὲ αὐτὴν δύναμιν καὶ ὁ ὄγδοος τόπος ἀπὸ ὡροσκόπου ἐφέξει πρὸς τὰς αἰτίας τῶν θανάτων, ὁμοίως καὶ ἀπὸ κλήρου τύχης τόπος η΄. Σκοπεῖν οὖν δεῖ τὸν κλῆρον καὶ τὸν τούτου κύριον, ἐπὶ ποίων ζῳδίων τυγχάνει· ἐν γὰρ τούτοις αἱ αἰτίαι τοῦ θανάτου προδειχθήσονται, ἐπεὶ καὶ κοσμικῶς ἡ Σελήνη, ἥτις ἐστὶν Τύχη, τῷ Κριῷ Ἡλιῳ συνοδεύουσα ἐν τῳ η΄ ζῳδίῳ Σκορπίῳ τὴν ἔκλειψιν καὶ ἀφαίρεσιν τοῦ φωτὸς ἐποιήσατο διὸ καὶ ταπείνωμα αὐτῆς προσηγορεύθη.