Ancient Greek · ~11 min
Liber II., μα΄. Περὶ βιαιοθανάτων μεθ᾿ ὑποδείγματος.
Vettius Valens, Anthologiarum libri ix 4-20
Not analysed yet
Συντομωτέραν οὖν τὴν ὑφήγησιν ἐκ τοῦ ζῳδιακοῦ κύκλου προδείξομεν πρὸς τὸ εὐκατάληπτον εἶναι τὸ λεγόμενον. ὁ Κριὸς ἀναιρεῖται ὑπὸ Σκορπίου, ἐστι δὲ ἀμφότερα οἰκητήρια Ἀρεως· ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κακοῖς, ληστρικοὺς φονικούς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπιφέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους, ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἀρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦρος ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες ἢ ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπών ἢ μαρτυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰτίαν τοῦ θανάτου δηλώσει. —Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, τουτέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες συσχεθέντες πνιγέντες ληστῶν ἢ πολεμίων ἐχόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. —Ὁ Καρκίνος ὑπὸ Ὑδροχόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ διʼ ὑγρῶν ἢ τῶν ἐντὸς ἀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγηδόσιν, ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμακείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. —Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός. ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ διʼ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετων ἢ ἐν βαλανείοις ἢ διὰ γυναικῶν δόλους. —Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λησταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς αἰχμαλωσίαις χόλῳ δυναστῶν ἡ διὰ ἀπαγωγῆς ἢ ἀπὸ τετραπόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις τοκετῶν, αἱμαγμοῖς φθοραῖς. —Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλοτομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. —Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας μάχης, ληστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ διʼ ἐξουσίας διὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. —Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυῖκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις συμπτώσεων ναυαγιῶν καθύγρων τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεμως. —Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους πτώσεως. —Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευτῶσι δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. —Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· διʼ ὑγρῶν ἢ φαρμακοποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας.