Ancient Greek · ~11 min
Liber III., α΄. Περὶ ἐπικρατήσεμως.
Vettius Valens, Anthologiarum libri ix 3-27
Not analysed yet
Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης τῇ ἐπικαταδύσει οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως τῳ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ Ἥλιος τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, δὲ Ἥλιος θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἥλίου τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς δὲ τῷ ὑπὸ γῆν ἀποκεκλικότων μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ δυτικῷ τύχωσι ζῳδίῳ, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ τῷ μεσουρανήματι ἢ τῷ ὑπὸ γῆν, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἥλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύη τὴν φάσιν, ἐστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον, δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.