Ancient Greek · ~4 min
Liber III., α΄. Περὶ ἐπικρατήσεμως.
Vettius Valens, Anthologiarum libri ix 4-21
Not analysed yet
Οἷον ὡροσκόπος Σελήνη Ὑδροχόῳ Κριῷ ιβ΄ δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζ΄ τοῦ αὐτοῦ ζῳδίου. διάστημα μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι ε΄, ἅτινα συνάγεται ἔτη δ΄. τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. καὶ μάλιστα ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναντιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις.