Ancient Greek · ~7 min
Liber IV., ις΄. Περὶ ἀνωμ αλίας γενέσεων.
Vettius Valens, Anthologiarum libri ix 3-41
Not analysed yet
Δοκεῖ δὲ καὶ οὖτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Εὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιούς ἐπόντας ἥ μαρτυροῦντας ἥ καὶ χρηματιστικὸν ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἤ ὠφέλειαν ἥ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἤ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεάς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχη ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς τῳ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ ??ιὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας, κἢν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἦ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.