Ancient Greek · ~10 min
Liber IV., ις΄. Περὶ ἀνωμ αλίας γενέσεων.
Vettius Valens, Anthologiarum libri ix 4-27
Not analysed yet
Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαρέτως δὲ ἡ κατὰ τετράγμωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ίσαναρόροις· δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καί ἐπιζήμια διὰ εῖναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεμως σκοπεῖν δεήσει τάς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῳ αὐτῳ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου χμρεῖν ἀποτέλεσμα οῖον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἄν τὸν τῆς ἀκμής χρόνον καταλαβών ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οῖον ὀωρεὰν κατάλειψιν ἡ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά, ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ ἀποτέλεσμα ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠρεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἦς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλʼ τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἥ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἥ ξενιτείας καὶ τῶν λοιπῶν τῶν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἦ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ἀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αίφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὖ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβη τοὺς ἀστέρας.