Ancient Greek · ~3 min
Liber IV., κβ΄. Ἐπιμερισμοὶ Ἄρεως.
Vettius Valens, Anthologiarum libri ix 3-43
Not analysed yet
Ἄρης Σελήνη σφαλερὸς καὶ ἐπικίνδυνος ἀκαταστασίας καὶ συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπιτάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ ἐὰν ἡμερινὴ ἦ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχη καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ πρσγεγραμμένα ἀποβήσεται, ἔτι ὁὲ καὶ ἐπισκιασμούς τραύματα συνθραύσεις μελῶν ὀφΦαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν χημαιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπάς ἀποτελοῦσιν ἐπὶ δὴ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθοράς ἦ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει.