Ancient Greek · ~2 min
Liber IV., κβ΄. Ἐπιμερισμοὶ Ἄρεως.
Vettius Valens, Anthologiarum libri ix 4-28
Not analysed yet
Ἄρης Κρόνῳ κάκιστον καὶ ταραχῶδες τὸ ἔτος δηλοῖ· γίνονται γὰρ ἐν δίκαις καὶ ἐπηρείαις ζημίαις τε καὶ ἀθετήσεσι καὶ ἰδίων κινδύνους ἢ θανάτους καὶ φθορὰς ὁρῶσι βιαίοις τε πράγμασι καὶ ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἥ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθήσονται, ἐκτὸς εἰ μή πως οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται.