Ancient Greek
Liber IV., κε΄. Τῶν τεττάρων κλήρων μερισμοἱ.
Vettius Valens, Anthologiarum libri ix 3-46
Not analysed yet
Ὁ ἔρως παραδιδούς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γάρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς ἐπιμαρτυρήσαντες ἐπόντες τῳ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἐσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκκαστος τῶν ἀστέρων ὁ κεκληρμμένος τὸν τόπον ᾒ ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εῖδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σύν τῳ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνη συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνειμαρνυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ δ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ. φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τούς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἥ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς δ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀνάπαλιν.