Ancient Greek · ~2 min
Liber IV., κε΄. Τῶν τεττάρων κλήρων μερισμοἱ.
Vettius Valens, Anthologiarum libri ix 2-57
Not analysed yet
δαίμων παραδιδοὺς ἢ παραλαμβάνων χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους πρθαιρέθεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμούς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴῃσιν πλείστην ἔχοντας. παραπεπτωκώς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικάς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας. ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ᾿ ὅτε καὶ καθʼ αὐτῶν κινδυνῶδές τι μῃχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐκστάσει φρενῶν γίνονται.