Ancient Greek · ~7 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 3-56
Not analysed yet
0ὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφʼ ἣν βέβηκε τὰ τῆς συναφῆ ἧς, ἀλλὰ καὶ τὰς παρʼ ἑκάτερα ἀνὰ γ΄ ἄλλας, καθὼς τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γάρ καὶ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἐστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεμς χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδούς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχύ ἐνδείκνυται γινόμενον, ἐπιμενεῖ δὲ μέχρις οὖ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οῖον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθ’, κατὰ δὲ μοῖραν ἡμέρας ιθ’. Σελήνη δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζώδιον ἔτη β΄ μὴν σ’, κατὰ δὲ μοῖραν ἡμέραι κε΄ ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη β΄ μῆνας ς΄ κατὰ δὲ μοῖραν ἡμέρας λ΄ Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν σ΄, κατὰ δὲ μοῖραν ἡμέρας ιβ΄ Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιέ . κατὰ δὲ μοῖραν ἡμέρας ιε΄ Αφροδίτη κατὰ μὲν ζῴδιον μῆνας η΄ . κατὰ δὲ μοῖραν ἡμέρας η΄ Ἑρμῆς κατὰ ζῴδιον μῆνας κ΄, κατὰ δὲ μοῖραν ἡμέρας κ΄. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὑπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατʼ ἰδίαν τοὺς ἀριθμούς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γάρ οἱ αὐτοὶ τυγχάνουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ᾒ ἀπὸ Αρεως ἐπὶ Δία, οὔθʼ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διά τάς περιόδους οὔτε αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπόταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀρέσεις ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν ἀποτέλεσμα, πότερον αἰ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν.