Ancient Greek · ~3 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 4-39
Not analysed yet
Ἀλλʼ, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας θυνεμπιπτόντων. ἀλλʼ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννμωμένου τύχην τε καὶ κατάστασιν, ἐσθ’ ὅτε δὲ καὶ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τάς αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κάν μὴ κατὰ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα μαρτυροῦντα κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἐτερον κέντρον οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.