Ancient Greek · ~3 min
Liber VIII., ζ΄. Τῶν προκειμένων ἐφόδων εἰς τὸ β΄ ὄργανον ὑποδείγματα.
Vettius Valens, Anthologiarum libri ix 3-69
Not analysed yet
Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.