Ancient Greek · ~5 min
Liber VIII., ζ΄. Τῶν προκειμένων ἐφόδων εἰς τὸ β΄ ὄργανον ὑποδείγματα.
Vettius Valens, Anthologiarum libri ix 2-83
Not analysed yet
Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ ,Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ ,ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ ,αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ ,γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.