Ancient Greek · ~13 min
Liber V., ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Vettius Valens, Anthologiarum libri ix 3.1
Not analysed yet
Ὑποτάξομεν δὲ καὶ τὰς διαφοράς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρμων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν. πρώτῳ ἀσθενήσει καὶ ἐπίφ οβος ἔσται· δευτέρῳ κινδυνεύσει διʼ ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος, δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄· οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ βιαίας αἰτίας. ν΄ Ἀφροδίτης δέκατος, ἐπικίνδυνος. να΄ Κρόνου τζ΄ ,νόσους βλάβας ἀτυχίας ἐπιφέρει. νβ΄ Σελήνης τέταρτος, οὐ καλός. νδ΄ Κρόνου ιη΄ . Διὸς ἕκτὸς, Ἡλίου τρίτος, χαλεπὸς καὶ κινδυνώδης. νε΄ Ἀφροδίτης ἑνδέκατος, οὐ κακός. νϚ΄ Ἄρεως ὅγδοος, Ἔρμοῦ ἐβδομος, λνπηρὸς σκληρός. νξ΄ Κρόνου ιθ΄ ,χαλεπώτατος. ξ΄ Κρόνου κ΄. Ἀφροδίτης δωδέκατυς, ἐπισφαλής. ξγ΄ Κρόνου καʼ, Διὸς ἕβδομος, Ἄρεως ἔνατος, ἀνδροκτασίης, χαλεπὸς καὶ θανατηφόρος. οβ΄ Κρόνου κδ΄ Διὸς ὄγδοος, Ἑρμοῦ ἔνατος, χαλεπὸς καὶ θανατηφόρος. οε΄ Κρόνου κε ,Ἀφροδίτης ιέ ,ἐπικίνδυνος. οζ΄ Ἄρεως ἑνδέκατος, δύσκολος καὶ θανατηφόρος. οή Κρόνου κς΄, Σελήνης ἐκτος, χαλεπὸς. π΄ Ἀρροδίτης ις΄ Ἑρμοῦ δέκατος, συγκρατικός. πα΄ Κρόνου κζ΄ ,Διὸς ἔνατος, ἐπικίνδυνος. πδ΄ Κρόνου κη΄ Ἄρεως δωδέκατος, δύσκολος καὶ κακοποιός. πέ Ἀφροδίτης ιζ΄ . κοινός. πζ΄ Κρόνου κθ΄, ἐπικίνδυνος. ??΄Κρόνου λ΄ Ἀφροδίτης τη΄ Διὸς δέκατος, χαλεπός. ??έ Ἀφροδίτης τθʼ, οὐ καλός. ??Ϛ΄ Κρόνου λβ΄, δύσκολος. ??η΄ Ἄρεως τδ΄ χαλεπός. ??θ΄ Κρόνου λγ΄ μέσος. ρ΄ Ἀφροδίτης κ΄, οὐ κακός. ρβ΄ Κρόνου λδ΄ χαλεπός. ρε΄ Κρόνου λε΄ ,Ἀρροδίτης κα. Ἄρεως ιε΄ δ, δύσκολος. ῥῆ Κρόνου λϚ΄, θανατηφόρος. ρι΄ Ἀφροδίτης κβ΄, οὐ κακός. ρια΄ Κρόνου λζ΄ ,ἐπισφαλής. ριβ΄ Ἄρεως ιϚ΄ Ερμοῦ μδ΄ δύσκολος καὶ δεινός. ριδ΄ Κρόνου λη΄, ἐπικίνδυνος. ριε΄ Ἀρροδίτης κγ΄ . κοινός. ριζ΄ Κρόνου λθ΄, Σελήνης ἔνατος, Διὸς ιγ΄ . ἐπικίνδυνος. ριθ΄ Ἄρεως ιζ΄ . ἐπισφαλής. ρκ΄ Κρόνου μ΄ Ἀφροδίτης κδ΄ θανατηφ όρος.