Ancient Greek · ~6 min
Liber V., ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Vettius Valens, Anthologiarum libri ix 4-38
Not analysed yet
Ἐστω ὑποδείγματος χάριν Ηλιος Ζεὺς Ἄρης Καρκίνῳ, Σελήνη Ζυγῷ, Κρόνος Τοξδτῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος κιδύμοις. ἐτελεύτα τῷ νδ΄ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιη΄ ,Διὸς δὲ ἕκτος, Ηλίου δὲ τρίτος. τούτων συναποκατάστασις. εὑρέθη δὲ καὶ τῷ θανατηφόρῳ μηνὶ Ηλιος καὶ Ζεύς, τουτέστι Γοξότῃ· ἄλλως τε τὸν νδ΄ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδίδοσαν. Ηλιος καὶ Ζεὺς καὶ Αρης Κρόνῳ τῷ Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ὧν οἵ τε θανατηφ ὅροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κὲν μὲν οἱ βιώσιμοι χρόνοι κατὰ τάς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλιμακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπὸστασις διάστασιν ἔχῃ, σινεμπέσῃ δὲ κλιμακτηρεκὸς χρόνος, περὶ τὰς πράξεις καὶ βιωτικάς ἀφο ὅρμὰς συντελεσθήσεται, οἷον ἀδοξίαι, καθαιρέσεις, βίαι, καταδίκαι, ναυάγια, κρίσεις, συνοχαί, φυ υγαδεῖαι, φ όβοι, ἀπώλειαι, ζημίαι, αίφ νίδιοι κίνδυνοι, ἐπήρειαι, συλήσεις καὶ τὰ ἄλλα, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ αἴτια καθίστανται, σίνη τε καὶ πάθη καὶ άκρμωίηριαθμοί, καύσεις, τομαί, ἀσθένειαι, ἐπισφαλεῖς ἐπιβουλαί. κἂν μὲν συναποκαθιστάμενοι οἱ ἀστέρες οἱ κλιμακτηρίζοντες εὑρεθῶσιν ἐπὶ τῆς γενέδεως ἐναντιούμενοι καὶ ἀπὸ κακοποιῶν κατοπτευόμενοι καὶ παρʼ αἵρεσιν πεπτωκότες, ἐπισφαλῆ καὶ ἐπιτάραχον τὸν χρόνον προδείξουσιν· ἐὰν δὲ οἰκεῖον σχῆμα ἔχωσι, τὰς τῶν σιτίων ἐπιφ ορὰς ἀμαυρὼσουσι καὶ ήπιώτερον τὸν κλιμακτῆρα κατασκευάσουσιν. εὔτονοι μὲν οὖν καὶ ἀπὸ τῶν ἰσαναφόρων ζῳδίων αἰ παραδόσεις ἢ παραλήψεις κριθήσονται, οἷον ἀπὸ Κριοῦ εἰς ἔχθύας καὶ ἀπὸ Γαύρου εἰς Τδροχόον καὶ ἀπὸ Διδύμων εἰς Αἰγόκερω καὶ ἀπὸ Καρκίνου εἰς Τοξότην καὶ ἀπὸ Δἐοντος εἰς Σκορπίον καὶ ἀπὸ Παρθένου εἰς Ζυγόν· ὁμοίως καὶ ἐναλλάξ.