Ancient Greek · ~11 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 30-3
Not analysed yet
Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωργῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέμεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοίρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφ ορον τῶν ἐτῶν γενήσεται ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζ΄ παράκειται ἔτη ρδ΄ τῇ δὲ κη΄ μοίρᾳ ἔτη ζ΄ ἔσται οὖν πολλὴ διαφορά καὶ ἐστιν εἰκάσαι τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ β΄ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολύν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἥλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ήμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων τῷ θερινῷ κύκλῳ πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς τουτέστι τὰ 𝒢α΄ ἢ σε΄ βιῶσαι. δεῖ γάρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς 𝒢α΄ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς σε΄ . εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ ἀντὶ καλῶν φήσει τινὰ ὑπερ τὰ 𝒢΄ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, ὅτι διαψεύσεται βουλόμενος ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ μέρους ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ συνδραμεῖ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθήσει δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγονέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γ΄ ,προσκοπεῖν δεήσει καὶ τὸ τῆς β΄ ὥρας καὶ τὸ τῆς δ΄ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γ΄ ,οἷον τὴν ζ΄ ἢ η΄ ἢ θ΄ ι΄ ια΄ ιβ΄ (τεχνικὸς γὰρ οὗτος ὁ τόπος γενήσεται), ἀλλὰ τὴν πλησίον τῆς μέντοι γε ὑστέρας μοίρας τὸ Ϛ΄ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ β΄ προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ ἔτη ζ΄ ις΄ ιε΄ ιδ΄ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζ΄ ιϚ΄ ιε΄ ιδ΄ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ τὸ ἀνάλογον. ἐκ παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα.