Ancient Greek · ~6 min
Liber VIII., ζ΄. Τῶν προκειμένων ἐφόδων εἰς τὸ β΄ ὄργανον ὑποδείγματα.
Vettius Valens, Anthologiarum libri ix 1-142
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος Ϛ΄ Τραϊανοῦ Χοιὰκ α΄ εἰς τὴν β΄ ὥρα νυκτερινὴ η΄ σύνοδος⟩ Τοξότῃ η΄ λ΄. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ ,ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθ΄ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϚ΄ κε΄· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθ΄ ἄλλας η΄ . ἅς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Γαύρου ζ΄ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Γαύρου μοῖ~ραν ζ΄ καὶ εὗρον παρακείμενα κ΄· τὰ δὲ κ΄ τῆς ἑξηκοντάδος ἐστὶ γ΄ . λαμβάνω τοῦ μεγέθους τὸ γ΄ οὕτως· ἐπεὶ τῇ κθ΄ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ις΄ κδ΄ ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ καὶ γίγνονται ρ𝒢ς΄ μη΄ τούτων λαμβάνω τὸ γ΄ . γίγνονται ἔτη ξε΄ ἥμισυ· τῷ ξε΄ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν η΄ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἥν αἰτίαν ἐποιησάμην, τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.