Ancient Greek · ~3 min
Liber II., κβ΄. Περὶ ἐνδόξων καῖ ἐπισήμων γενέσεων· δὲ αὐτὸ καὶ περὶ ἀδόξων καὶ ἐκπιπτόντων.
Vettius Valens, Anthologiarum libri ix 4-13
Not analysed yet
Ἐὰν δὲ Ἄρης δαίμονι γενόμενος εὑρεθῇ τόποις Σελήνης καὶ αὐτῆς συμπαρούσης, ἀρχικὴ ἡγεμονικὴ ἔνδοξος ἡ γένεσις· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ δαίμονι γενόμενος ἀνατολικὸς εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος τόποις τῆς Σελήνης, ὁ τοιοῦτος εὐτυχήσει ἀπὸ γραμμάτων καὶ παιδείας πολύφιλος πολύγνωστος ὑπάρχων τιμῶν τε καὶ δωρεῶν καὶ δόξης καταξιωθήσεται καὶ ὑπὸ πολλῶν μακαρισθήσεται. ἐὰν δὲ Ζεὺς τοῦ δαίμονος κυριεύσῃ καθυπερτερηθεὶς ὑπὸ Ἄρεος, ὁ τοιοῦτος οὐκ ἔσται μὲν ἀτυχής, πρακτικὸς δὲ καὶ ἔνδοξος ἐναντιώμασι δὲ περιτραπεὶς καθαιρεθήσεται ἢ ἀπαγωγῆς ἢ φυγαδείας πεῖραν λήψεται. ἐὰν δὲ ὁ κύριος τῳ δαίμονι συμπαρῇ ἀνατολικὸς σὺν τῇ Σελήνη, εὐτυχὴς ὁ τοιοῦτος καὶ πλούσιος καὶ μεταδοτικός. ἐὰν ὁ Ἥλιος ἐπῇ τῷ δαίμονι τῆς οἰκείας αἱρέσεως ὑπάρχων τοῦ οἰκοδεσπότου ἰδιοτοποῦντος, ἔνδοξος εὐσχήμων πολύφιλος· ἐὰν δὲ ἀλλοτρίας, ὑστέρου εὐτυχήσει μετά τοὺς τοῦ ἀντιδίκου χρόνους.