Ancient Greek · ~5 min
Liber II., κβ΄. Περὶ ἐνδόξων καῖ ἐπισήμων γενέσεων· δὲ αὐτὸ καὶ περὶ ἀδόξων καὶ ἐκπιπτόντων.
Vettius Valens, Anthologiarum libri ix 5-13
Not analysed yet
Ἐὰν οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης εὑρεθῶσιν τῷ τῆς βάσεως τόπῳ συμπαρόντος καὶ τοῦ οἰκοδεσπότου, λαμπρὰ καὶ ἐπίδοξος ἡ γένεσις ἔσται. ὁμοίως δὲ καὶ ἐὰν ὁ τῆς βάσεως κύριος καὶ τῆς τύχης τῷ δαίμονι εὑρεθῶσι συμπαρόντος καὶ τοῦ οἰκοδεσπότου, μεγάλη ἡ γένεσις καὶ εὐτυχής. ὅσοι δὲ ἔχουσι τὸν κύριον τῆς τε τύχης καὶ τοῦ δαίμονος ἀνατολικοὺς καὶ ἰδιοτοποῦντας καὶ ὑπὸ Ἡλίου καὶ Σελήνης μαρτυρουμένους, ἔνδοξοι καὶ ἐπίσημοι γενήσονται καὶ ἐγγύς βασιλέων ἢ ἱερῶν ἀναστρεφόμενοι καὶ δωρεῶν καὶ δόξης καταξιούμενοι. ἐὰν δὲ Ἀφροδίτη κυριεύσασα τοῦ κλήρου ἢ τοῦ δαίμονος σὺν τῷ Ἡλίῳ καὶ Σελήνη εὑρεθῇ καὶ τούτων κυριεύσας τις τῶν λοιπῶν ἀστέρων μὴ ἰδιοτοπῇ ἀλλὰ παραπέσῃ, σκληροτυχὴς ὁ τοιοῦτος καὶ δυσεπίτευκτος ἐν τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ τινες αὐτῶν ἰδιοτοπήσωσι, μετὰ μεγάλων ἀνδρῶν ἀναστρέφουσιν ἢ βασιλικαῖς αὐλαῖς πίστεις ἀναδέξονται, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἐπίλυποι καθίστανται ἢ ἄτεκνοι. ἐὰν ὁ κύριος τῆς τύχης ἡ τῆς περιποιήσεως μὴ τύχωσιν ἰδίοις οἴκοις ἢ ὑψώμασι ἢ τριγώνοις ἢ μοίραις ὄντες ἐπίκεντροι ἡ προσθετικοί, καθαιροῦσι τὰς γενέσεις· μάλιστα μὲν οὖν τυχόντες κακοποιοὶ μαρτυροῦντες τοῖς τόποις ἢ ἐναντιούμενοι· ἐὰν δὲ ἀγαθοποιοὶ τύχωσιν ἐπίκεντροι ἀνατολικοὶ καὶ προσθετικοί, λαμπρούς καὶ ἐπιδόξους ποιοῦσι τοὺς γεννωμένους· ἐὰν δὲ ἐπὶ τῶν ἐπαναφορῶν, ἀφ᾿ ἑαυτῶν ἀνάγονται.