Ancient Greek · ~6 min
Liber II., λϚ΄. Περὶ σίνους καὶ πάθουσ μεθ᾿ ὑποδειγμάτων καθ᾿ ἔκαστον ζῴδιον, οἷον ὁ Κριὸς τί ποιεῖ σίνος ἢ πάθος καὶ τὰ ἑξῆς αὐτοῦ.
Vettius Valens, Anthologiarum libri ix 4-17
Not analysed yet
Ὅθεν καὶ οἱ ἀγαθοποιοὶ σίνεσι καὶ πάθεσι περιτρέπουσι κακῶς πεσόντες καὶ οἱ κακοποιοὶ καλῶς ἀσινεῖς, αἰτίας μόνον καὶ χρονικά ἐμποιοῦντες. ἐὰν δέ πως οἱ κυριεύσαντες κλήρου ἢ δαίμονος τῷ θεῷ ἢ τῇ θεᾷ τύχωσιν ὑπὸ κακοποιῶν ἐναπειλημμένοι ἢ μαρτυρούμενοι, ἀπροφθεγγομένους ἢ μανιώδεις ἢ πρσγνωστικοὺς ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθῇ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρἡσῃ, ἤτοι ἰατρείαις ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τούς κλήρους ἐξετάζειν· πολλάκις γὰρ κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, εἰ ἤτοι ἐπὶ τέλει ἢ ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὄρασιν καὶ αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεῖ Ἥλιος ἐπαναφερόμενος ἢ τῳ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορικοὺς αἱμοπτυῖκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμούς ἢ καταπτωτικούς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δʼ ὅμοιον, κἂν τὴν σύνοδον ἢ πανσέληνον καθυπερτερήσωσιν ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ μόνας τὴν Σελήνην τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύσωσι, μανιώδεις ἐκστατικούς πτωματικοὺς ἀποφθεγγομένους ἀπεργάζονται.