Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., β΄. Περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.
Vettius Valens, Anthologiarum libri ix 4-2
Not analysed yet
Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῳ Ἡνιόχῳ δεξιά, Σκυθία· ἡ Πλειάς, Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ κύρτωμα ἄρχονται· ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.