Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., β΄. Περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.
Vettius Valens, Anthologiarum libri ix 5-2
Not analysed yet
Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ γ΄ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γ΄ ἕως ζ΄, εὔυγρα εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζ΄ ἕως ιε΄· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει κα΄. κεῖται δὲ ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικά κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὖ ἡ δορά. εἰς νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γρσμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῳ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ λοι πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἡφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου ἥμισυ.