Ancient Greek · ~2 min
Liber IV., κγ΄. Ἐπιμερισμοὶ Ἁφροδίτης.
Vettius Valens, Anthologiarum libri ix 4-29
Not analysed yet
Ἀφροδῖτη Κρόνῳ μετέωρον καὶ βλαβερὸν τὸν χρόνον δηλοῖ θηλυκῶν τε χωρισμοὺς μάχας ὕβρεις δειγματισμοὺς ἀδικίας ἐπάγει καὶ μητρὸς ἢ θηλυκῶν ἔχθρας τε συγγενικῶν ἢ ἀτιμίας καὶ πρὸς πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπίπτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίμων πόνοις ἐπιβουλαῖς τε καὶ φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως Ἑρμοῦ συνεπιμαρτυρούντων.