Ancient Greek · ~2 min
Liber IV., κγ΄. Ἐπιμερισμοὶ Ἁφροδίτης.
Vettius Valens, Anthologiarum libri ix 3-44
Not analysed yet
Ἀφροδίτη Σελήνη καλῶς κειμένη καὶ ἐπὶ ἐπικαίρων τόπων σχηματιζομένη περικτητικὸν καὶ ὠφέλιμον τὸν χρόνον δηλοῖ καὶ τῇ περὶ τὸν βίον συγκοσμεῖ φαντασίᾳ καὶ δόξας ἐπισήμους παρέχει, πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἡ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ ιλικὰ πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου.