Ancient Greek · ~3 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 4-35
Not analysed yet
Ἐάσαντες δὲ τὰ περὶ φυτῶν καὶ οὐσίας ἐπὶ τὴν ἀνθρώπειον γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ᾿ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμπαθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόντες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμειναν καὶ πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.