Ancient Greek · ~2 min
Liber VII., γ΄. Ἀγωγὴ περὶ χρόνων πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον.
Vettius Valens, Anthologiarum libri ix 4-45
Not analysed yet
Ἄλλη. Ἡλιος Ἀχροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερ. Κρόνος Σκορπίῳ, Ζεὺς Υδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ, κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λἑοντι. ὁ τούτου κύριος Καρκίνῳ τάς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξς΄ καὶ ιε΄ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κε΄ γίνονται μῆνες ρς΄ ,οἵ εἰσιν ἔτη η΄ μῆνες ι΄ Ταύτας προεθέμην τὰς γενέσεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.