Ancient Greek
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 4-47
Not analysed yet
Ἐὰν οὖν καθὼς προείπαμεν σχήματος χρόνος συντρέχῃ τῷ ζητουμένῳ χρόνῳ κατʼ ἐπισύνθεσιν ζῳδίου ἀναφοράς ἢ καὶ περιόδου ἀστέρος, χρῆσθαι τοῖς προκειμένοις παραγγέλμασι· εἶτ᾿ οὖν διὰ συνθέτους χρόνους συντρέχειν τοῖς μέλλουσι λέγεσθαι προθέχειν καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ χρόνοι, τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατά μόνας συνάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ τῷ αὐτῷ ζῳδίῳ ἦ καθʼ ἑτέρου σχηματογραφίαν, ἀλλʼ τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, οἷς πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γενήσονται, ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τοὺς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπάς φάσεις, ὁτὲ δὲ λἡγοντες οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. μέντοι λέγειν τῳ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοιριαίοις χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον.