Ancient Greek
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 5-32
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Λέοντι, Κρόνος Παρθένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Τοξότῃ, Ἀφροδίτη Διδύμοις, Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζ΄. τῷ λζ΄ ἔτει ὑπὲρ γυναικός, ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρονομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός. τὰ μὲν οὖν λζ΄ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κε´, Γοξότου δὲ ιβ´, γίνονται λζ´. καὶ Διὸς πρὸς Ερμῆν· Διὸς ιβ´ ,Καρκίνου κε´ γίνονται λζ΄ ζητήσαντες καθώς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφροδίτης χρηματίζουσαν οὕτως κατὰ ζ΄ κλίμα καὶ τὴν τετράγωνον πλευράν· Κρόνου τῶν Διδύμων κζ΄ καὶ Ἀφροδίτης η΄ καὶ Παρθένου κ΄ ,γίνονται νε΄ ὧν δίμοιρον γίνονται λϚ´ μῆνες η´ αὐτὸ καὶ οἱ Ἴχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γάρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῳ λεʼ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λε´ μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναρορᾶς τῶν Ἰχθύων ιε´ καὶ Διδύμων κ´ ,καὶ πάλιν Διδύμων κζ´ καὶ Ἀφροδίτης η´ γίνονται λε´ ,καὶ πάλιν Διδύμων κʼ καὶ Ἄρεως ιε´ γίνονται λε´ ,καὶ πάλιν Παρθένου κ´ καὶ Ἄρεως ιε´ γίνονται λεʼ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι δισώμοις, δεήσει πολλάκις περὶ αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετ ό σι ρις ἔφη· ἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς.