Ancient Greek · ~2 min
Liber VIII., Περὶ τῶν ἐχθρῶν τόπων καὶ ἀστέρων. περὶ κλιμακτηρικῶν τόπων πρὸς τὸ α΄ ὁργανον.
Vettius Valens, Anthologiarum libri ix 4-52
Not analysed yet
Ἀφροδίτη Σκορπίῳ μοίραις κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Γαύρου κζ΄ εἰσὶν ὅρία Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζ΄ ,εἰσὶ δὲ Ἐρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ερμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαίους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται.