Ancient Greek · ~3 min
Liber IX., ία. Ποἱοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφ᾿ ἡμῖν.
Vettius Valens, Anthologiarum libri ix 4-56
Not analysed yet
Γοιγαροῦν καὶ αὐτὸς καταμαθὼν ἐμαυτὸν ἐκ τῆς προγνώσεως καὶ ὁποίαν καταβολὴν ἔλαχον τοῦ κλήρου καὶ ὅτι παρά τοῦτο ἀδύνατον γενέσθαι ἕτερον οὔτε ἡγεμονίας οὔτε ἀρχῆς οὔτε ἑτέρας φαντασιώδους δόξης ἢ πλούτου δαψιλείας καὶ κτημάτων ἢ σωμάτων πλήθους ἐραστὴς ἐγενόμην ἢ δοῦλος ἐπιθυμίας καὶ κόλαξ ἀσεβὴς θεῶν τε καὶ ἀνθρώπων δυνάμενος τυχεῖν, ὧν μὴ ἐβούλετο τὸ δαιμόνιον παρέχειν· ἀλλὰ καθάπερ δεσπότου φαύλου συνέσει δοῦλος ἐπίσταται ἤθη καὶ τὰς περὶ τὸν βίον ἀναστροφὰς κοσμίως τὰς ἐξυπηρετήσεις ποιούμενος κατὰ τὴν τοῦ κελεύοντος διαταγὴν μὴ ἀντιτασσόμενος ἀλύπητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ὑπόστασιν, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς οὔτε μοχθηράν οὔτε ἐπώδυνον τὴν ὑπηρεσίαν ἐποιησάμην, πάσης δὲ ματαίας ἐλπίδος καὶ φροντίδος ἀπαλλαγεὶς τὸν τῆς εἱμαρμένης νόμον διεφύλαξα.