Ancient Greek · ~4 min
Liber IX., ία. Ποἱοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφ᾿ ἡμῖν.
Vettius Valens, Anthologiarum libri ix 5-37
Not analysed yet
Ἐὰν οὖν φιλοπευστῶν τις καὶ ἰσχυροποιησάμενος τὴν διάνοιαν βούληται ἀκούειν παρʼ ἀνδρὸς ἐμπείρου περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τῶν πλείστων καταᾳρονήσας ἐκείνων ἐραστὴς γενήσεται τῶν συνηρμοθαμένων τὴν καταβολήν. ἀνατυπούμενος γάρ καθʼ ἑκάστην ἡμέραν ἅπερ δεῖ παθεῖν τῶν φαύλων τὸν φόβον προμαραίνει· ἀμβλύνεται γὰρ τὸ χαλεπὸν ὑπὸ τῆς εὐθυμίας ἐπιτριβόμενον, οὕτως τε ὡς ὑπὸ ἑτέραν δεσποτείαν καὶ ἐξουσίαν τεταγμένος διὰ τῆς ἰδίας ἐγκρατείας ἀκηρύκτως καὶ κοσμίως τὸ τέλος τοῦ βίου ὑποίσει. ἐὰν δέ τις πείρᾳ βουλόμενος μαθεῖν ἐπιγνῶναι θέλῃ ταῦτα ὅπως ἔχει, ἀντιτασσέσθω τοῖς βουλευομένοις ὑπό τινος ἀπείρου καὶ τὰ ἐναντία πρασσέτω. οἷον εἰ πένης ὢν πλούσιος γένηται ἢ μέτριος ἀρχοντικὸς ἢ ἄπρακτος εὐεπίβολος ἀσυκοφάντητος ἀλύπητος ἀμέριμνος (πάντες γάρ ἄνθρωποι καλῶν ἐρασταὶ πεφύκασι) —τούτων δέ τις τυχὼν καταφρονήσει τῆς πεπρωμένης. ἀδύνατον δʼ ὁπόσα βούλεταί τις συντελεῖσθαι ἢ ἐπὶ τοῖς αὑτοῖς διαμένειν διὰ τέλους· σύμφορον τοιγαροῦν ἔχεσθαι τὴν τύχην καὶ ἀστήρικτον ὑπάρχειν τὰς γὰρ εὐημερίας αὑτῆς οὐ φέρουσιν ἄνθρωποι· καθάπερ γὰρ λυσσώδεις ἐξοιστρημένοι καὶ ὑπὸ πολλὰς δεσποτείας τεταγμένοι ἐπιθυμιῶν τε καὶ παθῶν ὄρεξιν πάσχοντες κἀν μὴ θέλοντες τάς ἁρμοζούσας τιμωρίας κομίσονται.