Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., κγ΄. Περὶ σπορᾶς.
Vettius Valens, Anthologiarum libri ix 4-9
Not analysed yet
Ἐὰν δὲ τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ β΄ U+2220΄ καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς 𝔮β΄ προσθεῖναι καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννητικῆς ὥρας κατὰ ἐξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννητικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν. ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι β΄ U+2220΄ ἡμέρας ἀπονέμεις· ταύτας ἄφελε ἀπὸ τῶν 𝒢β΄ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπορίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογ΄ ἀναπόδιζε ἀπὸ τῆς γενεσιακῆς ὥρας.