Ancient Greek · ~5 min
Vettii Valentis Anthologiarum liber I., κγ΄. Περὶ σπορᾶς.
Vettius Valens, Anthologiarum libri ix 3-10
Not analysed yet
Ἔστω δὲ πάλιν ἐπὶ ὑποδείγματος, ἵνα σαφέστερον οἱ ἐντυγχάνοντες τὴν ἐπίγνωσιν λαμβάνωσιν, Ἀδριανοῦ ἔτος ι΄ Μεχὶρ ιγ΄ εἰς τὴν ιδ΄ ἡμέρας ὥρα α΄· Σελήνη Σκορπίῳ μοίρᾳ ζ΄, ὡροσκόπος Παρθένῳ μοίρᾳ ζ΄· ἐπεὶ ἡ Σελήνη εὑρέθη τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, λαμβάνω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς σεληηιακῆς μοίρας · γίνονται ξ΄ ἑκάστης δὲ τριακοντάδος ἀνὰ β΄ U+2220΄ λογίζομαι· γίνονται ε΄· καὶ ταύτας προστίθημι τῷ μέσῳ ὅρῳ ταῖς σογ΄ γίνονται σοη΄ τοσούτων ἡ σπορά. ἀναποδίζω οὖν τὰς σπη΄ ἀπὸ τῆς γεννητικῆς ὥρας· καταλήγει ἡ σπορίμη ἡμέρα εἰς Παχὼν ια΄. ἢ πάλιν τὰς τοῦ διαστήματος ἡμέρας ε΄ ἀφαιρῶ ἐκ τῶν ??β΄· λοιπὰ πζ΄ ἐπεὶ γὰρ ὁ μέσος σογ΄, λοιπαὶ ἐκ τῶν τξε΄ ἡμερῶν 𝔮β΄. τὰς οὖν πζ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεχὶρ ιδ΄ καὶ ἀπολύσωμεν ἀπὸ τῆς γεννητικῆς ὥρας, καταλήξει εἰς τὸν Παχὼν ια΄. ἐὰν δὲ ἀπὸ τῆς σεληνιακῆς μοίρας ἕως τῆς δυτικῆς τουτέστιν Ἰχθύων μοίρας ζ΄ λογίσῃ, συνάγονται ρκ΄· ἑκάστου τριακονταμοιρίου β΄ U+2220΄ ἡμέρας λαμβάνοντες γίνονται ἡμέραι ι΄· ταύτας ἐὰν ἀφέλω ἀπὸ τοῦ μεγίστου ὅρου τῶν σπη΄, λοιπαὶ σοη΄ ταύτας ἀναδραμὼν ἀπὸ τῆς γεννητικῆς ὥρας ψηφίσας τὴν Σελὴνην εὑρήσεις ἐπὶ τοῦ κατὰ ἐκτροπὴν ὡροσκόπου.