Ancient Greek · ~3 min
Liber II., λ΄. Περὶ προτελευτῆς γονέων μεθ᾿ ὑποδείγματος.
Vettius Valens, Anthologiarum libri ix 5-14
Not analysed yet
Ἄλλως. Ἐπὰν Ἥλιος καθυπερτερῇ Σελήνην, μήτηρ προτελευτᾷ· ἐὰν δὲ Σελήνη Ἥλιον, πατήρ· ἐὰν δὲ μηδέτερος τὸν ἕτερον καθυπερτερήσῃ καὶ ἀσχημάτιστοι γένωνται, λαμβάνω Κρόνον καὶ Ἀφροδίτην· ἐὰν δὲ μηδὲ οὗτοι, Κρόνον καὶ Σελήνην. ἐὰν δὲ Ἡλιος καθυπερτερῇ καὶ μέση γένηται Ἀφροδίτη, μεσεμβολήσει τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυπερτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι ἴδιον ἀποτέλεσμα. γίνονται δὲ καθυπερτερήσεις τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ᾿ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν.