Ancient Greek · ~8 min
Liber II., λά. Ἄλλως· περὶ γονέων ἐκ τοῦ Τιμαίου.
Vettius Valens, Anthologiarum libri ix 1-56
Not analysed yet
Τὰ μὲν οὖν περὶ πατρὸς λαμβάνεται ⟨οὕτως). ἡμέρας μὲν οὖν Ἥλιος χρηματίσει καὶ ζῴδιον, ἐφ᾿ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφʼ οὖ ὁ Ζεύς, καὶ ζῴδιον ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου, ἐφʼ οὖ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφʼ οὗ ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἴρεσιν εὑρεθῶσιν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδεκατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ᾧ χαίρουσι τόπῳ μὴ κακωθέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ἀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι δὲ καὶ οἱ ὑποδοχεῖς τῳ δηλοῦντι τὰ περὶ τοὺς γονέας κατὰ τὴν θέσιν καὶ τὴν ἐπιμαρτύρησιν τῶν ἄλλων ἀστέρων εὖ ἢ κακῶς. ἐὰν δὲ ὁ δηλωτικὸς ἀστὴρ τῶν περὶ τοῦ γονέως παραπέσῃ τοπικῶς ἢ κακωθῇ ὑπό τινος τῶν φθοροποιῶν καὶ ὁ ὑποδοχεὺς αὐτοῦ ἤτοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου δεδυκώς εὑρεθῇ ἢ καὶ κακοδαιμονῶν ἢ καὶ μήτε οὖτος μήτε ὁ δηλωτικὸς καταπονούμενος χρηματίζει τῳ τόπῳ τῳ περὶ γονέως ἀλλʼ εἴη ἀπόστροφος, ταπεινούς καὶ ἀσήμους καὶ ἀγεννεῖς δηλώσει τοὺς γονεῖς. εἰ δὲ πρὸς τῷ μὴ χρηματίζειν καὶ κακωθεῖεν ὑπὸ φθοροποιῶν ἐπιθεωρηθέντες ἢ κατὰ συμπαρουσίαν, δούλους δηλοῦσι τοὺς γονεῖς καὶ ὑποτεταγμένους. εἰ μέντοι τοῦ δηλοῦντος τὰ περὶ γονέων καὶ ἀποκλίναντος ἢ καὶ ἄλλως κεκακωμένου ὁ ὑποδοχεὺς καλῶς κείμενος χρηματίζει τῷ τόπῳ τῷ περὶ γονέως ἀστέρα δηλωτικὸν ἔχων τὸν χρηματίζοντα τόπῳ μὴ κεκακωμένῳ ὑπό τινος τῶν φθοροποιῶν, βλάβην ἢ ζημίαν ἢ ὄλεθρον ἢ ἔκπτωσιν δηλοῦσι τῶν γονέων. Κρόνος μεσουρανῶν, Ζεὺς ὑπὸ γῆν τὸν πατέρα δοῦλον καὶ ὑποτεταγμένον σημαίνει ἢ ἔκπτωτον, μάλιστα δὲ καὶ Ἡλίου κακωθέντος.