Ancient Greek · ~3 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 5-16
Not analysed yet
Ἀφροδίτη ἐπίκεντρος οὖσα τῷ ὡροσκόπῳ μάλιστα ἢ τῷ μεσουρανήματι καὶ μὴ κεκακωμένη ὑπὸ Κρόνου εὐγάμους ποιεῖ, ὑπὸ Διὸς δὲ μαρτυρουμένη ἀντέχει ταῖς κακώσεσιν εἰς τὸ μὴ σφάλλεσθαι, συμπαθείας ποιοῦσα καὶ γάμους. κακοδαιμονοῦσα Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἐπιδεκατευομένη ὑπὸ Διὸς ἢ τρίγωνος θεωρουμένη γάμον μὲν ἀγαθὸν δίδωσι, λυπήσει δὲ ἐπὶ θανάτῳ γυναικὸς ἀγαθῆς. ἐὰν Ἀφροδίτη καὶ Κρόνος κακοδαιμονῇ τοῦ Διὸς μὴ ἐπιβλέποντος, δύσγαμοι ἢ χῆροι γίνονται ἀπολείψει καὶ θανάτοις τρυχόμενοι. ἐὰν δὲ τούτῳ τῷ θχήματι, τουτέστι κακοδαιμονούσῃ Ἀφροδίτη καὶ ἀκαταμαρτυρήτῳ ὑπὸ Διὸς φθοροποιὸς αὐτῇ ἐπιμαρτυρῇ οἷον Ἄρης, κατάμοιχοι γίνονται ἢ ἔνοχοι μοιχείας, ἀνέραστοι ῥυπαροὶ καὶ διὰ ταῦτα εἰς περιστάσεις ἀγόμενοι. πάντοτε δὲ τῇ Ἀφροδίτη συμπαρόντες ἢ διαμετροῦντες αὐτὴν χωρισμοὺς συμβίων ἢ θανάτους ποιήσουσιν ἢ καὶ συμβισεις ἐπιλύπους καὶ πολὺ μᾶλλον, ἐὰν καὶ τὴν Σελήνην συγκακώσωσι.